Add parallel Print Page Options

14 Καὶ προσκαλεσάμενος [a]πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς· [b]Ἀκούσατέ μου πάντες καὶ [c]σύνετε. 15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται [d]κοινῶσαι αὐτόν· ἀλλὰ τὰ [e]ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν [f]ἄνθρωπον.

17 Καὶ ὅτε εἰσῆλθεν [g]εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ [h]τὴν παραβολήν. 18 καὶ λέγει αὐτοῖς· Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ’ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;— [i]καθαρίζων πάντα τὰ βρώματα. 20 ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον· 21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, [j]πορνεῖαι, κλοπαί, φόνοι, 22 μοιχεῖαι, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.

24 [k]Ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ [l]ὅρια [m]Τύρου. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν· 25 [n]ἀλλ’ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· 26 [o]ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 [p]καὶ ἔλεγεν αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ [q]καλόν ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ [r]τοῖς κυναρίοις βαλεῖν. 28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· [s]Κύριε, [t]καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης [u]ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν [v]ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον. 30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ [w]παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.

31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου [x]ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 καὶ φέρουσιν αὐτῷ κωφὸν [y]καὶ [z]μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ· Εφφαθα, ὅ ἐστιν Διανοίχθητι· 35 [aa]καὶ [ab]ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς· 36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ [ac]λέγωσιν· ὅσον δὲ [ad]αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον. 37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν [ae]καὶ ἀλάλους λαλεῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:14 πάλιν WH Treg NIV ] πάντα RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:14 Ἀκούσατέ WH Treg NIV ] Ἀκούετέ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:14 σύνετε WH Treg NIV ] συνίετε RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:15 κοινῶσαι αὐτόν WH NIV ] αὐτὸν κοινῶσαι Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:15 ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά WH NIV ] + ἐκεῖνά Treg; ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ ἐκεῖνά RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:15 ἄνθρωπον WH NIV ] + 16 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:17 εἰς WH Treg RP NA ] + τὸν NIV
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:17 τὴν παραβολήν WH Treg NIV ] περὶ τῆς παραβολῆς RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:19 καθαρίζων WH Treg NIV ] καθαρίζον RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:21 πορνεῖαι κλοπαί φόνοι μοιχεῖαι WH Treg NIV ] μοιχεῖαι πορνεῖαι φόνοι κλοπαί RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:24 Ἐκεῖθεν δὲ WH NIV ] Καὶ ἐκεῖθεν Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:24 ὅρια WH Treg NIV ] μεθόρια RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:24 Τύρου NIV ] + καὶ Σιδῶνος WH Treg RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:25 ἀλλ’ εὐθὺς ἀκούσασα WH Treg NIV ] Ἀκούσασα γὰρ RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:26 ἡ δὲ γυνὴ ἦν WH NIV ] ἡ γυνὴ δὲ ἦν Treg; ἦν δὲ ἡ γυνὴ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:27 καὶ ἔλεγεν WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς εἶπεν RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:27 καλόν ἐστιν RP] ἐστιν καλὸν WH Treg NIV
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:27 τοῖς κυναρίοις βαλεῖν WH Treg NIV ] βαλεῖν τοῖς κυναρίοις RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:28 Κύριε Holmes NA ] Ναί κύριε WH Treg NIV RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:28 καὶ WH Treg NA ] + γὰρ NIV RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:28 ἐσθίουσιν WH Treg NIV ] ἐσθίει RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:29 ἐκ … σου τὸ δαιμόνιον WH NIV ] τὸ δαιμόνιον ἐκ … σου Treg RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:30 παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός WH Treg NIV ] δαιμόνιον ἐξεληλυθός καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:31 ἦλθεν διὰ Σιδῶνος εἰς WH Treg NIV ] καὶ Σιδῶνος ἦλθεν πρὸς RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:32 καὶ WH Treg NIV ] – RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:32 μογιλάλον WH NIV ] μογγιλάλον Treg RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:35 καὶ WH Treg ] + εὐθέως NIV RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:35 ἠνοίγησαν WH Treg NIV ] διηνοίχθησαν RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:36 λέγωσιν WH Treg NIV ] εἴπωσιν RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:36 αὐτοῖς διεστέλλετο αὐτοὶ WH Treg NIV ] αὐτὸς αὐτοῖς διεστέλλετο RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:37 καὶ WH Treg ] + τοὺς NIV RP